Testimonia

[This page is under construction]

Homer, Iliad 2.569-577

Οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,
Ὀρνειάς τ’ ἐνέμοντο Ἀραιθυρέην τ’ ἐρατεινὴν
καὶ Σικυῶν’, ὅθ’ ἄρ’ Ἄδρηστος πρῶτ’ ἐμβασίλευεν,
οἵ θ’ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
Πελλήνην τ’ εἶχον ἠδ’ Αἴγιον ἀμφενέμοντο
Αἰγιαλόν τ’ ἀνὰ πάντα καὶ ἀμφ’ Ἑλίκην εὐρεῖαν,
τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
Ἀτρεΐδης·

Plutarch, Life of Demetrius 35.1

Ἐχομένων δὲ τῶν Ἀθηνῶν, εὐθὺς ἐπεβούλευε τῇ Λακεδαίμονι, καὶ περὶ Μαντίνειαν Ἀρχιδάμου τοῦ βασιλέως ἀπαντήσαντος αὐτῷ, νικήσας μάχῃ καὶ τρεψάμενος εἰς τὴν Λακωνικὴν ἐνέβαλε, καὶ πρὸς αὐτῇ τῇ Σπάρτῃ πάλιν ἐκ παρατάξεως ἑλὼν εντακοσίους καὶ διαφθείρας διακοσίους, ὅσον οὔπω τὴν πόλιν ἔχειν ἐδόκει, μέχρι τῶν χρόνων ἐκείνων ἀνάλωτον οὖσαν.

And now that he was in possession of Athens, he at once laid plans against Sparta. Near Mantineia, where Archidamus the king confronted him, he conquered and routed his foe, and then invaded Laconia. And after he had fought a second pitched battle hard by Sparta itself, where he captured five hundred men and slew two hundred, it was thought that he as good as had the city in his power, although up to this time it had never been taken. (Loeb translation)

Polyainos Strategemata 4.7.9

 Δημήτριος ἐπεστράτευε Λακεδαιμονίοις· ἦν μέσον ἀμφοτέρων ὄρος Ἀρκαδικὸν Λύρκειον. οἱ Μακεδόνες  οὐκ ἀδεῶς εἶχον ἄπειροι τοῦ ὄρους ὄντες. βορέας ἐπίφορος ἔπνευσεν εἰς τοὺς πολεμίους. Δημήτριος πῦρ ἐμβαλὼν ἀνῆψε τὴν ὕλην· ἡ δὲ φλὸξ μετὰ τοῦ πνεύματος καὶ τοῦ καπνοῦ τοῖς Λακεδαιμονίοις ἐμπεσοῦσα πάντας ἀπέστρεφεν. οἱ δὲ ἀμφὶ Δημήτριον ἐπεξελθόντες θυμῷ καὶ σιδήρῳ Λακεδαιμονίους ἐνίκησαν.

 

Demetrios campaigned against the Lacedaimonians; between them was Mount Lyrkeion, an Arcadian mountain. The Macedonians were not confident, since they were inexperienced of the mountain. A favorable north wind blew against the enemy. Demetrios set the forest on fire; the fire, along with the wind and smoke, falling on the Lacedaimonians turned them all back. Demetrios’s troops, advancing on them with courage and force, defeated the Lacedaimonians. (Trans. D. Nakassis)

Stephanus of Byzantium 496.1

 [<Ὀρνειαί> ἢ <Ὀρνεαί,> κώμη Ἀργείας. ἔστι καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος. καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως, υἱοῦ Ἐρεχθέως, ἢ ἀπὸ Ὀρνέας νύμφης, ἢ ὅτι ἐφ’ ὕψους κεῖται, ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ. τὸ ἐθνικὸν Ὀρνεάτης.]

Eustathius Il. 2.571

Ὀρνειαὶ δὲ ἢ δίχα τοῦ <ι> Ὀρνεαί – τοῦτο γὰρ μάλιστα ἐν κοινῇ χρήσει κεῖται – κώμη ἐστὶν Ἀργείας κατὰ τὸν Γεωγράφον. ἔστι δὲ καὶ ἑτέρα μεταξὺ Κορίνθου καὶ Σικυῶνος. ταύτην δὲ ὁ τὰ Ἐθνικὰ γράψας πόλιν λέγει, οὐ κώμην. πληθυντικῶς δὲ καὶ αὗται λέγονται, ὡς καὶ αἱ Κλεωναί. γράφονται δὲ διὰ διφθόγγου αἱ Ὀρνειαί, ὡς καὶ Βρυσειαὶ καὶ Αὐγειαί. καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως, υἱοῦ Ἐρεχθέως, ἢ ἀπὸ Ὀρνέας νύμφης, ἢ ὅτι ἐφ’ ὕψους κεῖνται, ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ. τοῦτο δὲ καὶ ὁ Γεωγράφος φησὶ λέγων, ὅτι Ὀρνεαὶ ἐπώνυμοι τῷ παραρρέοντι ποταμῷ. ὃς καὶ ταῦτά φησιν, ὡς νῦν μὲν ἔρημοι, πρότερον δ’ οἰκούμεναι καλῶς. ἐτιμᾶτο δ’ ἐκεῖ Πρίαπος, ὅθεν καὶ Ὀρνεάτης ἐκαλεῖτο. κεῖνται δ’ ὑπὲρ τοῦ πεδίου τοῦ τῶν Σικυωνίων. ἡ δὲ Ἀραιθυρέα καὶ Φλιοῦς, φασίν, ἐκλήθη ἀπὸ Φλιοῦντος, υἱοῦ Διονύσου. φέρεται δὲ ἐν τοῖς τοῦ Ἐθνογράφου, ὅτι Ἄραντος ἥρωος υἱὸς ἐγένετο Ἄορις καὶ θυγάτηρ Ἀραιθυρέα. τούτους Φλιάσιοι θηρατάς φασι καὶ πολεμικούς. προαποθανούσης δὲ τῆς ἀδελφῆς ἀπ’ αὐτῆς ἡ χώρα ἐκλήθη. τοπικὸν αὐτῆς Ἀραιθυρεεύς. ἡ δὲ τοῦ Γεωγράφου ἱστορία φησίν, ὅτι Ἀραιθυρέα, ἡ νῦν Φλιασία, πόλις Φλιοῦντος, κειμένη μέσον Σικυωνίας, Ἀργείας, Κλεωνῶν καὶ Στυμφάλων. πόλιν δ’ εἶχεν ὁμώνυμον τῇ χώρᾳ πρὸς ὄρει ὀνομαζομένῳ Κηλώσσῃ· οἱ δ’ ὕστερον ἀναστάντες ἐκεῖθεν πρὸ τριάκοντα σταδίων ἔκτισαν τὴν Φλιοῦντα.

Aristophanes, Birds, 395-399

{ΠΙ.} Ὁ Κεραμεικὸς δέξεται νώ.
Δημοσίᾳ γὰρ ἵνα ταφῶμεν,
φήσομεν πρὸς τοὺς στρατηγοὺς
μαχομένω τοῖς πολεμίοισιν
ἀποθανεῖν ἐν Ὀρνεαῖς.

Scholion Aristophanes Birds 13

(οὑκ τῶν ὀρνέων: Ἀντὶ τοῦ ὀρνεοπώλων. Δίδυμος δὲ, δεινὰ φάσκειν αὐτοὺς ἐκ τῶν ὀρνέων πεπονθέναι, ἐπεὶ Ὀρνεαὶ τῆς Λακωνικῆς εἰσι. πρὸ δὲ ἐτῶν δ’ κακῶς περὶ Μαντίνειαν ἀπήλλαξαν, ὡς καὶ τοὺς στρατηγοὺς ἀποβαλεῖν Λάχητα καὶ Νικόστρατον, καθὰ καὶ Ἀνδροτίων φησίν. Ἄλλως. ὅτι οὕτως ἔλεγον καὶ ἐπὶ τῶν τόπων, ἀντὶ τοῦ ὀρνεοπωλίων, [ὡς τῶν χυτρῶν, ἀντὶ τοῦ χυτροπωλίων]. ἡ δὲ ἀναφορὰ πρὸ τὸ Ὁμηρικὸν [Od. Ν, 407] «δήεις τόν γε σύεσσι παρήμενον,» τούτεστι συφεοῖς. ἑξῆς οὖν ἐπάγει «αἱ δὲ νέμονται πὰρ κόρακος πέτρῃ.»)  

Scholion Aristophanes Birds 399

Ὀρνεαῖς: Παρὰ τὰ ὄρνεα ἔπαιξεν. ἔστι δὲ τῆς Ἀργείας πόλις, ἧς Ὅμηρος [Il. Β, 571] μνημονεύει λέγων «Ὀρνειάς τ’ ἐνέμοντο.» ἴσως δὲ, ὅτι ἐν Ὀρνεαῖς μάχη ἐγένετο Λακεδαιμονίων καὶ Ἀργείων. ⟦γελοῖον δὲ τὸ, φήσομεν ἀποθανεῖν.⟧

 

(ἐν Ὀρνεαῖς ⸓) τόπος, εἰς ὃν ἐγένετο πόλεμος Λακεδαιμονίων καὶ Ἀργείων.

Thucydides 6.7.1-2

Λακεδαιμόνιοι δὲ τοῦ αὐτοῦ χειμῶνος καὶ οἱ ξύμμαχοι πλὴν Κορινθίων στρατεύσαντες ἐς τὴν Ἀργείαν τῆς  τε γῆς ἔτεμον οὐ πολλὴν καὶ σῖτον ἀνεκομίσαντό τινα ζεύγη κομίσαντες, καὶ ἐς Ὀρνεὰς κατοικίσαντες τοὺς Ἀργείων φυγάδας καὶ τῆς ἄλλης στρατιᾶς παρακαταλιπόντες αὐτοῖς ὀλίγους, καὶ σπεισάμενοί τινα χρόνον ὥστε μὴ ἀδικεῖν Ὀρνεάτας καὶ Ἀργείους τὴν ἀλλήλων, ἀπεχώρησαν τῷ στρατῷ ἐπ’ οἴκου. ἐλθόντων δὲ Ἀθηναίων οὐ πολλῷ ὕστερον ναυσὶ τριάκοντα καὶ ἑξακοσίοις ὁπλίταις, οἱ Ἀργεῖοι μετὰ τῶν Ἀθηναίων πανστρατιᾷ ἐξελθόντες τοὺς μὲν ἐν Ὀρνεαῖς μίαν ἡμέραν ἐπολιόρκουν· ὑπὸ δὲ νύκτα αὐλισαμένου τοῦ στρατεύματος ἄπωθεν ἐκδιδράσκουσιν οἱ ἐκ τῶν Ὀρνεῶν. καὶ τῇ ὑστεραίᾳ οἱ Ἀργεῖοι ὡς ᾔσθοντο, κατασκάψαντες τὰς Ὀρνεὰς ἀνεχώρησαν καὶ οἱ Ἀθηναῖοι ὕστερον ταῖς ναυσὶν ἐπ’ οἴκου.

Diodorus 12.81.4-5

τούτου δὲ τοῦ ἔτους λήγοντος Λακεδαιμόνιοι μετὰ πολλῆς δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἀργείαν, καὶ πολλὴν τῆς χώρας δῃώσαντες, τοὺς φυγάδας τῶν Ἀργείων κατῴκισαν εἰς Ὀρνεάς· ἐπιτειχίσαντες δὲ τοῦτο τὸ χωρίον ἐπὶ τῆς Ἀργείας, καὶ φρουροὺς τοὺς ἱκανοὺς ἀπολιπόντες, προσέταξαν κακοποιεῖν τοὺς Ἀργείους. ἀπελθόντων δὲ τῶν Λακεδαιμονίων ἐκ τῆς Ἀργείας, Ἀθηναῖοι μὲν συμμαχίαν ἐξέπεμψαν τοῖς Ἀργείοις τριήρεις τετταράκοντα, ὁπλίτας δὲ χιλίους καὶ διακοσίους· οἱ δ’ Ἀργεῖοι μετὰ τῶν Ἀθηναίων στρατεύσαντες ἐπὶ τὰς Ὀρνεὰς τήν τε πόλιν κατὰ κράτος εἷλον καὶ τῶν φρουρῶν καὶ φυγάδων οὓς μὲν ἀπέκτειναν, οὓς δ’ ἐξέβαλον ἐκ τῶν Ὀρνεῶν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τὸ πεντεκαιδέκατον ἔτος τοῦ Πελοποννησιακοῦ πολέμου.

Diodorus 16.34.3

 Ἅμα δὲ τούτοις πραττομένοις συνέστη πόλεμος Ἀργείοις πρὸς Λακεδαιμονίους, καὶ γενομένης μάχης περὶ πόλιν Ὀρνεὰς ἐνίκων οἱ Λακεδαιμόνιοι καὶ τὰς Ὀρνεὰς ἐκπολιορκήσαντες ἐπανῆλθον εἰς τὴν Σπάρτην.

Diodorus 16.39.3-5

Μεγαλοπολῖται μὲν οὖν μετὰ τῶν συμμάχων ἐκστρατεύσαντες κατεστρατοπέδευσαν περὶ τὰς πηγὰς τοῦ Ἀλφειοῦ ποταμοῦ· οἱ δὲ Λακεδαιμόνιοι τρισχιλίους μὲν πεζοὺς παρὰ Φωκέων προσελάβοντο, ἱππεῖς δὲ ἑκατὸν καὶ πεντήκοντα παρὰ Λυκόφρονος καὶ Πειθολάου τῶν ἐκπεπτωκότων ἐκ τῆς ἐν Φεραῖς τυραννίδος· συστησάμενοι δὲ δύναμιν ἀξιόμαχον κατεστρατοπέδευσαν περὶ Μαντίνειαν. μετὰ δὲ ταῦτα ἐπὶ πόλιν Ὀρνεὰς τῆς Ἀργείας καταντήσαντες ἔφθασαν αὐτὴν ἐκπολιορκήσαντες πρὸ τῆς τῶν πολεμίων παρουσίας, οὖσαν σύμμαχον τῶν Μεγαλοπολιτῶν. ἐπεξελθόντων δὲ τῶν Ἀργείων συνάψαντες μάχην ἐνίκησαν καὶ πλείους τῶν διακοσίων ἀπέκτειναν. τῶν δὲ Θηβαίων ἐπιφανέντων καὶ τῷ μὲν πλήθει διπλασίων ὄντων, ταῖς δ’ εὐταξίαις λειπομένων συνέστη μάχη καρτερά· καὶ τῆς νίκης ἀμφιδόξου γενομένης οἱ μὲν Ἀργεῖοι καὶ οἱ σύμμαχοι τὴν εἰς τὰς οἰκείας πόλεις ἐπάνοδον ἐποιήσαντο, Λακεδαιμόνιοι δ’ εἰς τὴν Ἀρκαδίαν ἐμβαλόντες καὶ πόλιν Ἑλισσοῦντα κατὰ κράτος ἑλόντες καὶ διαρπάσαντες ἐπανῆλθον εἰς τὴν Σπάρτην.

Euphorion fr. 430 col. 2.25-29 (3rd c. BCE)

η̣τ̣ε κ̣αὶ Ἴναχ̣ος   του.[
 ⸏Ἴν]α̣χ̣ο̣σ̣ γ̣νώριμος   [
 …] Ὀρνέας ὅτι ποταμ[ός ἐστι τῆς
 Ἀρ]γ̣είας ἐν ταῖς Χειλιά[σιν
 ⸏.]ε̣ν̣ καὶ ὁ Χ̣άρ⟦.⟧α̣δρος δε.[

Pausanias 2.25

 ἡ δ’ ἐς Μαντίνειαν ἄγουσα ἐξ Ἄργους ἐστὶν οὐχ ἥπερ καὶ ἐπὶ Τεγέαν, ἀλλὰ ἀπὸ τῶν πυλῶν τῶν πρὸς τῇ Δειράδι. ἐπὶ δὲ τῆς ὁδοῦ ταύτης ἱερὸν διπλοῦν πεποίηται, καὶ πρὸς ἡλίου δύνοντος ἔσοδον καὶ κατὰ ἀνατολὰς ἑτέραν ἔχον. κατὰ μὲν δὴ τοῦτο Ἀφροδίτης κεῖται ξόανον, πρὸς δὲ ἡλίου δυσμὰς Ἄρεως· εἶναι δὲ τὰ ἀγάλματα· Πολυνείκους λέγουσιν ἀναθήματα καὶ Ἀργείων, ὅσοι τιμωρήσοντες αὐτῷ συνεστρατεύοντο.

προελθοῦσι δὲ αὐτόθεν διαβάντων ποταμὸν χείμαρρον Χάραδρον καλούμενον ἔστιν Οἰνόη, τὸ ὄνομα ἔχουσα, ὡς Ἀργεῖοί φασιν, ἀπὸ Οἰνέως. Οἰνέα γὰρ τὸν βασιλεύσαντα ἐν Αἰτωλίᾳ λέγουσιν ὑπὸ τῶν Ἀγρίου παίδων ἐκβληθέντα τῆς ἀρχῆς παρὰ Διομήδην ἐς Ἄργος ἀφικέσθαι. ὁ δὲ τὰ μὲν ἄλλα ἐτιμώρησεν αὐτῷ στρατεύσας ἐς τὴν Καλυδωνίαν, παραμένειν δὲ οὐκ ἔφη οἱ δύνασθαι· συνακολουθεῖν δέ, εἰ βούλοιτο, ἐς Ἄργος ἐκεῖνον ἐκέλευεν. ἀφικόμενον δὲ τά τε ἄλλα ἐθεράπευεν, ὡς πατρὸς θεραπεύειν πατέρα εἰκὸς ἦν, καὶ ἀποθανόντα ἔθαψεν ἐνταῦθα. ἀπὸ τούτου μὲν Οἰνόη χωρίον ἐστὶν Ἀργείοις· ὑπὲρ δὲ Οἰνόης ὄρος ἐστὶν Ἀρτεμίσιον καὶ ἱερὸν Ἀρτέμιδος ἐπὶ κορυφῇ τοῦ ὄρους. ἐν τούτῳ δέ εἰσι τῷ ὄρει καὶ αἱ πηγαὶ τοῦ Ἰνάχου· πηγαὶ γὰρ δὴ τῷ ὄντι εἰσὶν αὐτῷ, τὸ δὲ ὕδωρ οὐκ ἐπὶ πολὺ ἐξικνεῖται τῆς γῆς.

ταύτῃ μὲν δὴ θέας οὐδὲν ἔτι ἦν ἄξιον· ἑτέρα δὲ ὁδὸς ἀπὸ τῶν πυλῶν τῶν πρὸς τῇ Δειράδι ἐστὶν ἐπὶ Λύρκειαν. ἐς τοῦτο λέγεται τὸ χωρίον Λυγκέα ἀποσωθῆναι τῶν πεντήκοντα ἀδελφῶν μόνον· καὶ ἡνίκα ἐσώθη, πυρσὸν ἀνέσχεν ἐντεῦθεν. συνέκειτο δὲ ἄρα αὐτῷ πρὸς τὴν Ὑπερμήστραν ἀνασχεῖν τὸν πυρσόν, ἢν διαφυγὼν Δαναὸν ἐς ἀσφαλὲς ἀφίκηταί ποι· τὴν δὲ καὶ αὐτὴν ἀνάψαι λέγουσιν ἕτερον ἀπὸ τῆς Λαρίσης, δῆλα καὶ ταύτην ποιοῦσαν ὅτι ἐν οὐδενὶ οὐδὲ αὐτὴ καθέστηκεν ἔτι κινδύνῳ. ἐπὶ τούτῳ δὲ Ἀργεῖοι κατὰ ἔτος ἕκαστον πυρσῶν ἑορτὴν ἄγουσι. τὸ δὲ χωρίον τότε μὲν Λυγκεία ἐκαλεῖτο, οἰκήσαντος δὲ ὕστερον ἐν αὐτῷ Λύρκου – παῖς δὲ ἦν Ἄβαντος νόθος – τὸ ὄνομα δι’ αὐτὸν ἔσχηκε· καὶ ἄλλα τέ ἐστιν οὐκ ἀξιόλογα ἐν τοῖς ἐρειπίοις καὶ εἰκὼν ἐπὶ στήλῃ τοῦ Λύρκου. ἐς μὲν δὴ ταύτην ἐστὶν ἐξ Ἄργους ἑξήκοντα μάλιστά που στάδια, ἐκ δὲ Λυρκείας ἕτερα τοσαῦτα ἐς Ὀρνεάς. Λυρκείας μὲν δὴ πόλεως, ἅτε ἠρημωμένης ἤδη κατὰ τὴν Ἑλλήνων στρατείαν ἐπὶ Ἴλιον, οὐκ ἐποιήσατο Ὅμηρος ἐν καταλόγῳ μνήμην· Ὀρνεὰς δέ – ἔτι γὰρ ᾠκοῦντο – , ὥσπερ τῷ τόπῳ τῆς Ἀργείας ἔκειντο, οὕτω καὶ ἐν τοῖς ἔπεσι προτέρας ἢ Φλιοῦντά τε καὶ Σικυῶνα κατέλεξεν. ἐκαλοῦντο δὲ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως· τοῦ δὲ Ὀρνέως ἦν τούτου Πετεώς, τοῦ δὲ Μενεσθεύς, ὃς Ἀγαμέμνονι μετὰ Ἀθηναίων τὴν Πριάμου συγκαθεῖλεν ἀρχήν. ἀπὸ μὲν δὴ τούτου τὸ ὄνομα ἐγένετο τῇ πόλει, Ἀργεῖοι δὲ ὕστερον τούτων Ὀρνεάτας ἀνέστησαν· ἀναστάντες δὲ σύνοικοι γεγόνασιν Ἀργείοις. ἔστι δὲ ἐν ταῖς Ὀρνεαῖς Ἀρτέμιδός τε ἱερὸν καὶ ξόανον ὀρθὸν καὶ ἕτερος ναὸς θεοῖς πᾶσιν ἐς κοινὸν ἀνειμένος. τὰ δὲ ἐπέκεινα Ὀρνεῶν ἥ τε Σικυωνία καὶ ἡ Φλιασία ἐστίν.

Pausanias 8.27.1

 ἡ δὲ Μεγάλη πόλις νεωτάτη πόλεών ἐστιν οὐ τῶν Ἀρκαδικῶν μόνον ἀλλὰ καὶ τῶν ἐν Ἕλλησι, πλὴν ὅσων κατὰ συμφορὰν ἀρχῆς τῆς Ῥωμαίων μεταβεβήκασιν οἰκήτορες· συνῆλθον δὲ ὑπὲρ ἰσχύος ἐς αὐτὴν οἱ Ἀρκάδες, ἅτε καὶ Ἀργείους ἐπιστάμενοι τὰ μὲν ἔτι παλαιότερα μόνον οὐ κατὰ μίαν ἡμέραν ἑκάστην κινδυνεύοντας ὑπὸ Λακεδαιμονίων παραστῆναι τῷ πολέμῳ, ἐπειδὴ δὲ ἀνθρώπων πλήθει τὸ Ἄργος ἐπηύξησαν καταλύσαντες Τίρυνθα καὶ Ὑσιάς τε καὶ Ὀρνεὰς καὶ Μυκήνας καὶ Μίδειαν καὶ εἰ δή τι ἄλλο πόλισμα οὐκ ἀξιόλογον ἐν τῇ Ἀργολίδι ἦν, τά τε ἀπὸ Λακεδαιμονίων ἀδεέστερα τοῖς Ἀργείοις ὑπάρξαντα καὶ ἅμα ἐς τοὺς περιοίκους ἰσχὺν γενομένην αὐτοῖς.

Dionysius Halicarnassus 16.34.3

 Ἅμα δὲ τούτοις πραττομένοις συνέστη πόλεμος Ἀργείοις πρὸς Λακεδαιμονίους, καὶ γενομένης μάχης περὶ πόλιν Ὀρνεὰς ἐνίκων οἱ Λακεδαιμόνιοι καὶ τὰς Ὀρνεὰς ἐκπολιορκήσαντες ἐπανῆλθον εἰς τὴν Σπάρτην.

While these things were going on, war broke out between the Argives and the Lacedemonians, and in a battle that took place near the city of Orneae the Lacedemonians won, and after they had taken Orneae by siege, returned to Sparta. (353/2 BC)

Dionysius Halicarnassus 16.39.1-5

 Ἅμα δὲ τούτοις πραττομένοις καὶ κατὰ τὴν Πελοπόννησον ἐγένοντο ταραχαὶ καὶ κινήσεις διὰ τοιαύτας τινὰς αἰτίας. Λακεδαιμόνιοι πρὸς Μεγαλοπολίτας διαφερόμενοι τὴν χώραν αὐτῶν κατέδραμον Ἀρχιδάμου τὴν ἡγεμονίαν ἔχοντος· οἱ δὲ Μεγαλοπολῖται παροξυνθέντες ἐπὶ τοῖς πραχθεῖσι καὶ καθ’ ἑαυτοὺς οὐκ ὄντες ἀξιόμαχοι παρὰ τῶν συμμάχων μετεπέμψαντο βοήθειαν. Ἀργεῖοι μὲν οὖν καὶ Σικυώνιοι καὶ Μεσσήνιοι πανδημεὶ κατὰ τάχος ἐβοήθησαν, Θηβαῖοι δ’ ἀπέστειλαν πεζοὺς μὲν τετρακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, στρατηγὸν ἐπιστήσαντες Κηφισίωνα. Μεγαλοπολῖται μὲν οὖν μετὰ τῶν συμμάχων ἐκστρατεύσαντες κατεστρατοπέδευσαν περὶ τὰς πηγὰς τοῦ Ἀλφειοῦ ποταμοῦ· οἱ δὲ Λακεδαιμόνιοι τρισχιλίους μὲν πεζοὺς παρὰ Φωκέων προσελάβοντο, ἱππεῖς δὲ ἑκατὸν καὶ πεντήκοντα παρὰ Λυκόφρονος καὶ Πειθολάου τῶν ἐκπεπτωκότων ἐκ τῆς ἐν Φεραῖς τυραννίδος· συστησάμενοι δὲ δύναμιν ἀξιόμαχον κατεστρατοπέδευσαν περὶ Μαντίνειαν. μετὰ δὲ ταῦτα ἐπὶ πόλιν Ὀρνεὰς τῆς Ἀργείας καταντήσαντες ἔφθασαν αὐτὴν ἐκπολιορκήσαντες πρὸ τῆς τῶν πολεμίων παρουσίας, οὖσαν σύμμαχον τῶν Μεγαλοπολιτῶν. ἐπεξελθόντων δὲ τῶν Ἀργείων συνάψαντες μάχην ἐνίκησαν καὶ πλείους τῶν διακοσίων ἀπέκτειναν. τῶν δὲ Θηβαίων ἐπιφανέντων καὶ τῷ μὲν πλήθει διπλασίων ὄντων, ταῖς δ’ εὐταξίαις λειπομένων συνέστη μάχη καρτερά· καὶ τῆς νίκης ἀμφιδόξου γενομένης οἱ μὲν Ἀργεῖοι καὶ οἱ σύμμαχοι τὴν εἰς τὰς οἰκείας πόλεις ἐπάνοδον ἐποιήσαντο, Λακεδαιμόνιοι δ’ εἰς τὴν Ἀρκαδίαν ἐμβαλόντες καὶ πόλιν Ἑλισσοῦντα κατὰ κράτος ἑλόντες καὶ διαρπάσαντες ἐπανῆλθον εἰς τὴν Σπάρτην.

While these things were going on, throughout the Peloponnese also disturbances and disorders had occurred for the following reasons. The Lacedemonians, being at variance with the Megalopolitans, overran their country with Archidamus in command, and the Megalopolitans, incensed over their actions but not strong enough to fight by themselves, summoned aid from their allies. Now the Argives, Sicyonians, and Messenians in full force and with all speed came to their assistance; and the Thebans dispatched four thousand foot and five hundred horse with Cephision placed in charge as general. The Megalopolitans accordingly, having taken the field with their allies, encamped near the headwaters of the Alpheius River, while the Lacedemonians were reinforced by three thousand foot-soldiers from the Phocians and one hundred fifty cavalry from Lycophron and Peitholaus, the exiled tyrants of Pherae, and, having mustered an army capable of doing battle, encamped by Mantineia. Then having advanced to the Argive city of Orneae, they captured it before the arrival of the enemy, for it was an ally of the Megalopolitans. When the Argives took the field against them, they joined battle and defeated them and slew more than two hundred. Then the Thebans appeared, and since they were in number twice as many though inferior in discipline, a stubborn battle was engaged; and as the victory hung in doubt, the Argives and their allies withdrew to their own cities, while the Lacedemonians, after invading Arcadia and taking the city Helisson by storm and plundering it, returned to Sparta. (353/2 BC)